Add parallel Print Page Options

Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος [a]μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι [b]φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ [c]ὅσων χρῄζει.

Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· 10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 11 τίνα δὲ [d]ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ [e]υἱὸς ἰχθύν, [f]καὶ ἀντὶ ἰχθύος ὄφιν [g]αὐτῷ ἐπιδώσει; 12 ἢ καὶ [h]αἰτήσει ᾠόν, [i]ἐπιδώσει αὐτῷ σκορπίον; 13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:6 μου WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 φίλον αὐτοῦ WH Treg NIV ] αὐτοῦ φίλον RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 ὅσων WH Treg NIV ] ὅσον RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 ἐξ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 υἱὸς WH NIV ] + ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 καὶ NIV ] μὴ WH Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 αὐτῷ ἐπιδώσει WH Treg NIV ] ἐπιδώσει αὐτῷ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:12 αἰτήσει WH Treg NIV ] ἐὰν αἰτήσῃ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:12 ἐπιδώσει WH NIV ] μὴ ἐπιδώσει Treg RP